Transcription of IV-A,86

IV A 86

IV A 86 DIOG. LAERT. II 67:
Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν [scil. Aristippus] εἰπών˙ "οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι." ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. [ = ARSEN. p. 113, 3-7].