Transcription of IV-B,4

IV B 4

IV B 4 THEODORET. graec. affect. cur. XI:
Ἀρίστιππον ἐκεῖνον ἴσως, ὦ ἄνδρες, ἀκούετε, τὸν Ἀριστίππου τοῦ Σωκράτους ἑταίρου θυγατριδοῦν. οὗτος τῇ μητρὶ φιλοσοφούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν. ἔλαχε δὲ καὶ ὄνομα ξυντεθὲν ἐκ τοῦ πράγματος˙ μητροδίδακτον γὰρ αὐτὸν ὠνόμαζον ἅπαντες.