Transcription of V-B,110

V B 110

V B 110 Anth. Pal. VII 64 (ΑΔΗΛΟΝ):
α. εἰπέ, κύον, τίνος ἀνδρὸς ἐφεστὼς σῆμα φυλάσσεις;
β. τοῦ Κυνός. α. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ Κύων;
β. Διογένης. α. γένος εἰπέ. β. Σινωπεύς. α. ὃς πίθον ᾤκει;
β. καὶ μάλα. νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.