Transcription of V-B,316

V B 316

V B 316 STOB. II 31, 74:
Διογένης ἄτοπον ἔφησεν εἶναι ἐπὶ μὲν τὸν λύχνον ἐπιχεῖν ἔλαιον, ἵνα ἐπὶ τῆς τραπέζης ὁρῶμεν, ὅπως δὲ τῇ διανοίᾳ φρονιμώτεροι γενόμενοι κατανοήσομεν τὰ τῷ βίῳ βέλτιστα, μηδὲν ἐθέλειν ἀναλίσκειν [= EXCERPTA E MS. FLOR. IOANN. DAMASC. II 13, 74].