Transcription of V-B,345

V B 345

V B 345 DIOG. LAERT. VI 28:
ἐκίνει δ' αὐτὸν [scil. Diogenem] καὶ τὸ θύειν μὲν τοῖς θεοῖς ὑπὲρ ὑγιείας, ἐν αὐτῇ δὲ τῇ θυσίᾳ κατὰ τῆς ὑγιείας, δειπνεῖν.
STOB. III 6, 35:
Διογένης "παρὰ μὲν τῶν θεῶν" φησίν "ὑγίειαν εὔχονται˙ πάντα δὲ οἱ πλεῖστοι τἀναντία τῇ ὑγιείᾳ πράττουσιν."
CLEM. ALEX. strom. VII, IV 25, 5:
εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται, ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται,
πολλοὶ δὲ
καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας.
[sequitur V B 347].