Transcription of V-B,359

V B 359

V B 359 PLUTARCH. an seni sit ger. resp. 1 p. 783 C-D:
οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον, ἀλλ' ἐκείνῳ γε τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τό γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε, καὶ καλῶς Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος ἰδιώτην ἐκ τυράννου γεγενημένον "ὡς ἀναξίως" ἔφη, "σεαυτοῦ, Διονύσιε, πράττεις˙ οὐ γὰρ ἐνταῦθά σε μεθ' ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλ' ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι."