Transcription of V-B,540

V B 540

V B 540 Epist. 10 (Μητροκλεῖ):
μὴ μόνον ἐπὶ τῇ στολῇ καὶ τῷ ὀνόματι καὶ τῇ διαίτῃ θάρρει, Μητρόκλεις, ἀλλὰ καὶ ἐπὶ τῷ αἰτεῖν ἀνθρώπους τὰ σωτήρια˙ οὐ γὰρ αἰσχρόν. βασιλεῖς γέ τοι καὶ δυνάσται παρὰ τῶν ὑποτεταγμένων αἰτοῦσι χρήματα, στρατιώτας, ναῦς, σῖτον, καὶ οἱ κάμνοντες παρὰ τῶν ἰατρῶν φάρμακα καὶ οὐ μόνον πυρετοῦ, ἀλλὰ καὶ φρίκης καὶ λοιμοῦ, καὶ οἱ ἐρασταὶ παρὰ τῶν παιδικῶν φιλήματα καὶ ἐπαφήματα, τὸν δὲ Ἡρακλέα παρὰ τῶν ἀναισθήτων φασὶ καὶ ἰσχὺν λαμβάνειν. οὐ γὰρ προῖκα οὐδ' ἐπὶ χείρονι ἀνταλλαγῇ, ἀλλ' ἐπὶ τῇ σωτηρίᾳ πάντων ἔστιν αἰτεῖν, ἀνθρώπους τὰ πρὸς τὴν φύσιν, καὶ ἐπὶ τῷ ταὐτὰ ποιεῖν Ἡρακλεῖ τῷ Διὸς καὶ ἔχειν ἀμείβεσθαι πολὺ κρείττονα ὧν λαμβάνεις αὐτός. (2) τίνα ταῦτα; μὴ πρὸς τὴν ἀλήθειαν εἶναί σοι τὴν μάχην τοῦτο πράσσοντι, ἀλλὰ πρὸς τὴν δόξαν. ᾗ πάντη μάχου, κἂν μηδέν σε ἐπείγῃ˙ καλὸν γάρ τι ἔθος καὶ ὁ πρὸς τὰ τοιαῦτα πόλεμος. Σωκράτης δὲ ἔλεγε μὴ αἰτεῖν τοὺς σπουδαίους, ἀλλὰ ἀπαιτεῖν˙ εἶναι γὰρ αὐτῶν τὰ πάντα ὡς καὶ τῶν θεῶν. καὶ τοῦτ' ἐπειρᾶτο συνάγειν ἐκ τοῦ κυρίους μὲν ὑπάρχειν τῶν πάντων τοὺς θεούς, κοινὰ δ' εἶναι τὰ τῶν φίλων, φίλον δ' εἶναι τῷ θεῷ τὸν σπουδαῖον. αἰτήσεις τοίνυν τὰ ἴδια.