Transcription of V-B,550

V B 550

V B 550. Epist. 20 (Μελησίππῳ):
κουόν σε λελυπῆσθαι ὅτι τὰ Ἀθηναίων τέκνα πληγὰς ἡμῖν ἐνέτεινε μεθύοντα, καὶ δεινὰ πάσχειν, εἰ σοφία πεπαρῴνηται. εὖ δ' ἴσθι ὅτι τὸ Διογένους μὲν ἐπλήγη σῶμα ὑπὸ τῶν μεθυόντων, ἀρετὴ δὲ οὐκ ᾐσχύνθη, ἐπεὶ μήτε κοσμεῖσθαι πέφυκεν ὑπὸ φαύλων μήτε αἰσχύνεσθαι. Διογένης μὲν δὴ οὐχ ὑβρίσθη, κακῶς δ' ἔπαθεν ὁ Ἀθηναίων δῆμος, ἐν ᾧ τινὲς ἔδοξαν ἀρετῆς ὑπεριδεῖν. διὰ γοῦν τὴν ἑνὸς ἀφροσύνην κατὰ δήμους ἀφραίνοντες ἀπόλλυνται, βουλευόμενοι τὰ μὴ προσήκοντα καὶ στρατευόμενοι δέον ἠρεμεῖν. εἰ δὲ τὴν ἀρχὴν τὴν ἀπόνοιαν ἔστησαν, οὐκ ἂν ἐπὶ ταῦτα ἐχώρουν.