Transcription of V-B,552

V B 552

V B 552. Epist. 22 ( Ἀγησιλάῳ):
ἐμοὶ τὸ μὲν ζῆν οὕτως ἐστὶν ἀβέβαιον, ὡς μὴ πιστεύεσθαι παραμενεῖν ἕως τὴν ἐπιστολήν σοι γράψω˙ πήρα δὲ ἱκανὸν αὐτοῦ ταμιεῖον, τὰ δὲ τῶν νομιζομένων θεῶν μείζονα ἢ κατ' ἀνθρώπους. ἓν δὲ μόνον ἐμαυτῷ βέβαιον σύνοιδα, τὴν μετὰ τὴν ένεσιν φθοράν. Ταῦτ' ἐπιστάμενος αὐτός τε τὰς κενὰς ἐλπίδας ἱπταμένας περὶ τὸ σωμάτιον ἀποφυσῶ, καὶ σοὶ παραγγέλλω μὴ πλέον ἀνθρώπου φρονεῖν.