Transcription of V-B,585

V B 585

DIO. CHRYSOST. orat IX (8): ΔΙΟΓΕΝΗΣ Η ΙΣΩΜΙΚΟΣ:

(1) Ἰσθμίων ὄντων κατέβη Διογένης εἰς τὸν Ἰσθμόν, ὡς ἔοικεν, ἐν Κορίνθῳ διατρίβων. παρετύγχανε δὲ ταῖς πανηγύρεσιν οὐχ ὧνπερ οἱ πολλοὶ ἕνεκα, βουλόμενοι θεάσασθαι τοὺς ἀθλητὰς καὶ ἵνα ἐμπλησθῶσιν, ἀλλ' ἐπισκοπῶν οἶμαι τοὺς ἀνθρώπους καὶ τὴν ἄνοιαν αὐτῶν. ᾔδει γὰρ ὅτι φανερώτατοί εἰσιν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσιν˙ ἐν δὲ πολέμῳ καὶ στρατοπέδῳ λανθάνουσι μᾶλλον διὰ τὸ κινδυνεύειν καὶ φοβεῖσθαι. (2) καὶ μέντοι ἐνόμιζε τούτους εὐιατοτέρους εἶναι˙ καὶ γὰρ τὰ νοσήματα τοῦ σώματος, ὅταν ἔκδηλα ᾖ, ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν ἢ μέχρι ὑποστέλλεται˙ τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι. διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις. (3) ἔλεγε δὲ ἐπισκώπτων, ὅτι ἐπιπλήττοι <πράττειν> τὸ τοῦ κυνός˙ [διὰ τὴν χαλεπότητα καὶ τὸ λοιδορεῖσθαι κύνα αὐτὸν ἀπεκάλουν˙] τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν. (4) ὡς δὲ ἐφάνη ἐν τῇ πανηγύρει, Κορινθίων μὲν οὐδεὶς αὐτῷ προσεῖχε τὸν νοῦν, ὅτι πολλάκις αὐτὸν ἑώρων ἐν τῇ πόλει καὶ περὶ τὸ Κράνειον. οἱ γὰρ ἄνθρωποι οὓς ἂν ἀεὶ βλέπωσι καὶ οἷς νομίζουσιν εἶναι ὁπότε βούλονται προσελθεῖν, τούτων οὐ πάνυ φροντίζουσιν˙ οὓς δ' ἂν διὰ χρόνου ἴδωσιν ἢ μηδεπώποτε ἑωρακότες, πρὸς ἐκείνους τρέπονται. ὅθεν ἥκιστα ὠφελοῦντο ὑπὸ τοῦ Διογένους Κορίνθιοι, καθάπερ εἰ νοσοῦντες ἐπιδημοῦντος ἰατροῦ μὴ προσῄεσαν ἀλλ' ἐνόμιζον ἱκανὸν εἶναι καὶ τὸ ὁρᾶν αὐτὸν ἐν τῇ πόλει. (5) τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίας τε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις, ἢ βελτίους γενέσθαι. (6) ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖς ἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον. (7) καὶ ἄλλων μὲν ἥδοντο λοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέ τε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν˙ καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖς γενναίοις κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷ δέει τέθνηκε. καὶ τότε ἐκεῖνος ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενος οὐδὲ φροντίζων, εἴτε ἐπαινοίη τις αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐδὲ εἰ τῶν πλουσίων τε καὶ ἐνδόξων ἢ στρατηγὸς ἢ δυνάστης διαλέγοιτο προσελθὼν ἢ τῶν πάνυ φαύλων τε καὶ πενήτων˙(8) ἀλλὰ τῶν μὲν τοιούτων ληρούντων ἐνίοτε κατεφρόνει, τοὺς δὲ σεμνοὺς εἶναι βουλομένους καὶ μέγα φρονοῦντας ἐφ' αὑτοῖς διὰ πλοῦτον ἢ γένος ἢ ἄλλην τινὰ δύναμιν, τούτους μάλιστα ἐπίεζε καὶ ἐκόλαζε πάντα τρόπον. τινὲς μὲν οὖν αὐτὸν ἐθαύμαζον ὡς σοφώτατον πάντων, τισὶ δὲ μαίνεσθαι ἐδόκει, πολλοὶ δὲ κατεφρόνουν ὡς πτωχοῦ τε καὶ οὐδενὸς ἀξίου, τινὲς δ' ἐλοιδόρουν, (9) οἱ δὲ προπηλακίζειν ἐπεχείρουν, ὀστᾶ ῥιπτοῦντες πρὸ τῶν ποδῶν, ὥσπερ τοῖς κυσίν, οἱ δὲ καὶ τοῦ τρίβωνος ἥπτοντο προσιόντες, πολλοὶ δὲ οὐκ εἴων ἀλλ' ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας˙ κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν˙ ὁ δὲ ὅμοιος ἦν ἐν ἅπαντι˙ τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοις τε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας. (10) ὅλως δὲ οἵ τε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο, κατ' ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος, πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν. (11) ὁ δὲ ἤρετο αὐτοὺς διὰ τί παράνομόν ἐστιν αὐτὸν ἐστεφανῶσθαι τῆς πίτυος, ἄλλους δὲ οὐ παράνομον. εἶπεν οὖν τις αὐτῶν, Ὅτι οὐ νενίκηκας, ὦ Διόγενες. ὁ δέ, Πολλούς γε, εἶπεν, ἀνταγωνιστὰς καὶ μεγάλους, οὐχ οἷα ταῦτά ἐστι τὰ ἀνδράποδα τὰ νῦν ἐνταῦθα παλαίοντα καὶ δισκεύοντα καὶ τρέχοντα, (12) τῷ παντὶ δὲ χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἔτι δὲ ὀργήν τε καὶ λύπην καὶ ἐπιθυμίαν καὶ φόβον καὶ τὸ πάντων ἀμαχώτατον [ἢ καὶ δυσμαχώτατον] θηρίον, ὕπουλον καὶ μαλθακόν, ἡδονήν˙ ᾗ οὐδεὶς οὔτε τῶν Ἑλλήνων οὔτε τῶν βαρβάρων ἀξιοῖ μάχεσθαι καὶ περιεῖναι τῇ ψυχῇ κρατήσας, ἀλλὰ πάντες ἥττηνται καὶ ἀπειρήκασι πρὸς τὸν ἀγῶνα τοῦτον, Πέρσαι καὶ Μῆδοι καὶ Σύροι καὶ Μακεδόνες καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πλὴν ἐμοῦ. (13) πότερον ὑμῖν ἄξιος δοκῶ τῆς πίτυος, ἢ λαβόντες αὐτὴν δώσετε τῷ πλείστων κρεῶν γέμοντι; ταῦτα οὖν ἀπαγγέλλετε τοῖς πέμψασι καὶ ὅτι αὐτοὶ παρανομοῦσιν˙ οὐ γὰρ νικήσαντες οὐδένα ἀγῶνα περιέρχονται στεφάνους ἔχοντες˙ καὶ ὅτι ἐνδοξότερα πεποίηκε τὰ Ἴσθμια κατακρατήσας αὐτὸς τὸν στέφανον, καὶ ὅτι οὐ τοῖς ἀνθρώποις, ἀλλὰ ταῖς αἰξὶ δηλαδὴ περιμάχητον αὐτὸν εἶναι δεῖ. (14) μετὰ δὲ τοῦτο ἰδών τινα ἐκ τοῦ σταδίου βαδίζοντα μετὰ πολλοῦ πλήθους καὶ μηδὲ ἐπιβαίνοντα τῆς γῆς, ἀλλὰ ὑψηλὸν φερόμενον ὑπὸ τοῦ ὄχλου, τοὺς δέ τινας ἐπακολουθοῦντας καὶ βοῶντας, ἄλλους δὲ πηδῶντας ὑπὸ χαρᾶς καὶ τὰς χεῖρας αἴροντας πρὸς τὸν οὐρανόν, τοὺς δὲ ἐπιβάλλοντας αὐτῷ στεφάνους καὶ ταινίας, ὅτε ἐδυνήθη προσελθεῖν ἤρετο τίς ἐστιν ὁ θόρυβος ὁ περὶ αὐτὸν καὶ τί συνέβη. (15) ὁ δὲ ἔφη, Νικῶμεν, Διόγενες, τῶν ἀνδρῶν τὸ στάδιον. Τοῦτο δὲ τί ἐστιν; εἶπεν˙ οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας, οὐδὲ σωφρονέστερος νῦν ἢ πρότερον οὐδὲ δειλὸς ἧττον, οὐδ' ἔλαττον ἀλγεῖς οὐδ' ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐδὲ ἀλυπότερον βιώσῃ. (16) Μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. Ἀλλ' οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων˙ καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ [τάχιστα καὶ] δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖς γὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις. (17) ὁ γοῦν Ἡρακλῆς διὰ τὸ βραδύτερος εἶναι πολλῶν καὶ μὴ δύνασθαι κατὰ πόδας αἱρεῖν τοὺς κακούργους, διὰ τοῦτο ἐφόρει τόξα καὶ τούτοις ἐχρῆτο ἐπὶ τοὺς φεύγοντας. καὶ ὅς, Ἀλλὰ τὸν Ἀχιλλέα, ἔφη, ταχὺν ὄντα φησὶν ὁ ποιητὴς ἀνδρειότατον εἶναι. Καὶ πῶς, ἔφη, οἶσθα ὅτι ταχὺς ἦν ὁ Ἀχιλλεύς; τὸν μὲν γὰρ Ἕκτορα ἑλεῖν οὐκ ἐδύνατο κατὰ τὴν ἡμέραν ὅλην διώκων. (18) οὐκ αἰσχύνῃ, ἔφη, ἐπὶ πράγματι σεμνυνόμενος, ἐν ᾧ τῶν φαυλοτάτων θηρίων χείρων πέφυκας; οἶμαι γάρ σε μηδὲ ἀλώπεκα δύνασθαι φθάσαι. πόσον δέ τι καὶ ἔφθασας; Παρ' ὀλίγον, εἶπεν, ὦ Διόγενες. τοῦτο γάρ τοι καὶ τὸ θαυμαστὸν ἐγένετο τῆς νίκης. Ὥστε, ἔφη, παρ' ἓν βῆμα εὐδαίμων γέγονας. Ἅπαντες γὰρ οἱ κράτιστοι ἦμεν οἱ τρέχοντες. Οἱ δὲ κόρυδοι πολλῷ τινι θᾶττον ὑμῶν διέρχονται τὸ στάδιον; Πτηνοὶ γάρ εἰσιν, εἶπεν. (19) Οὐκοῦν, ἔφη ὁ Διογένης, εἴπερ τὸ ταχύτατον εἶναι κράτιστόν ἐστι, πολὺ βέλτιον κόρυδον εἶναι σχεδὸν ἢ ἄνθρωπον˙ ὥστε τὰς ἀηδόνας οὐδέν τι δεῖ οἰκτίρειν οὐδὲ τοὺς ἔποπας, ὅτι ὄρνιθες ἐγένοντο ἐξ ἀνθρώπων, ὡς ὑπὸ τοῦ μύθου λέλεκται. Ἀλλ' ἐγώ, ἔφη, ἄνθρωπος ὢν ἀνθρώπων ταχύτατός εἰμι. Τί δέ; οὐχὶ καὶ ἐν τοῖς μύρμηξιν, εἶπεν, εἰκὸς ἄλλον ἄλλου ταχύτερον εἶναι; μὴ οὖν θαυμάζουσιν αὐτόν; ἢ οὐ δοκεῖ σοι γελοῖον εἶναι, εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ; (20) εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν, ὅτι χωλοὺς [οὐ] χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος, κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον. (21) τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις, ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες ἢ στίξαντες. (22) ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένους τε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας, προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένην πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς, - ὅσοι κακῶς ἐσκήνουν ἢ καὶ τούτου ἠπόρουν.