Transcription of V-B,61

V B 61

V B 61 PLUTARCH. de virt. mor. 12 p. 452 D:
καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, "τί δ' ἐκεῖνος" εἶπεν "ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον [3] φιλοσοφῶν οὐδένα λελύπηκεν;"
STOB. III 13,68
[Θεμιστίου ἐκ τοῦ Περὶ ψυχῆς]: εἰ μὲν οὖν ὀρθῶς ἐπὶ Πλάτωνος εἶπε Διογένης "τί δαὶ ὄφελος ἡμῖν ἀνδρός, ὃς πολὺν ἤδη χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν;" ἕτεροι κρινοῦσιν. ἴσως γὰρ ὡς τὸ μέλι δεῖ καὶ τὸν λόγον τοῦ φιλοσόφου τὸ γλυκὺ δηκτικὸν ἔχειν τῶν ἡλκωμένων.