Transcription of V-B,70

V B 70

V B 70 DIOG. LAERT. VI 74-75:
καὶ πρᾶσιν ἤνεγκεs [cil. Diogenes] γενναιότατα˙ πλέων γὰρ εἰς Αἴγιναν καὶ πειραταῖς ἁλοὺς ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο˙ καὶ τοῦ κήρυκος ἐρωτῶντος τί οἶδε ποιεῖν, ἔφη, "ἀνθρώπων ἄρχειν." ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν προειρημένον Ξενιάδην, ἔφη, "τούτῳ με πώλει˙ οὗτος δεσπότου χρῄζει." ὠνεῖται δὴ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιιὼν [9] ἔλεγεν, "ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε." (75) φησὶ δὲ [10] Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ Παιδαγωγικῷ τοὺς γνωρίμους λυτρώσασθαι αὐτὸν θελῆσαι, τὸν δ' εὐήθεις αὐτοὺς εἰπεῖν˙ οὐδὲ γὰρ τοὺς λέοντας [12] δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων. δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. [= ARSEN. p. 204, 3-17; 1 καὶ πρᾶσιν . . . . 4 ἄρχειν = EUDOC. violar. 332 p. 243, 14-18].
DIOG. LAERT. VI 29-31:
φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους Πράσει [p. 7, 22 Wachsmuth] ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη [scil. Diogenes] τί οἶδε ποιεῖν. ἀπεκρίνατο, "ἀνδρῶν ἄρχειν˙" καὶ πρὸς τὸν κήρυκα, "κήρυσσε," ἔφη, "εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασθαι." κωλυθεὶς καθίζεσθαι, "οὐδέν," ἔφη, "διαφέρει˙ καὶ γὰρ τοὺς ἰχθῦς ὅπως [20]ἂν κέοιντο πιπράσκεσθαι."(30) θαυμάζειν τ' ἔφη εἰ χύτραν μὲν καὶ [21] λοπάδα ὠνούμενοι κομποῦμεν˙ ἄνθρωπον δὲ μόνῃ τῇ ὄψει ἀρκεῖσθαι. ἔλεγε τῷ Ξενιάδῃ τῷ πριαμένῳ αὐτόν, δεῖν πείθεσθαι αὐτῷ, εἰ καὶ δοῦλος εἴη˙ καὶ γὰρ ἰατρὸς ἢ κυβερνήτης εἰ δοῦλος εἴη, πεισθῆναι ἂν αὐτῷ. Εὔβουλος δέ φησιν ἐν τῷ ἐπιγραφομένῳ Διογένους Πρᾶσις οὕτως ἄγειν τοὺς παῖδας τοῦ Ξενιάδου, μετὰ τὰ λοιπὰ μαθήματα ἱππεύειν, τοξεύειν, σφενδονᾶν, ἀκοντίζειν˙ ἔπειτ' ἐν τῇ παλαίστρᾳ οὐκ ἐπέτρεπε τῷ παιδοτρίβῃ ἀθλητικῶς ἄγειν, ἀλλ' αὐτὸ μόνον ἐρυθήματος χάριν καὶ εὐεξίας. (31) κατεῖχον δὲ οἱ παῖδες πολλὰ ποιητῶν καὶ συγγραφέων καὶ τῶν αὐτοῦ Διογένους, πᾶσάν τ' ἔφοδον σύντομον πρὸς τὸ εὐμνημόνευτον ἐπήσκει. ἐν οἴκῳ τ' ἐδίδασκε διακονεῖσθαι λιτῇ τροφῇ χρωμένους καὶ ὕδωρ πίνοντας, ἐν χρῷ κουρίας τε καὶ ἀκαλλωπίστους εἰργάζετο καὶ ἀχίτωνας καὶ ἀνυποδήτους καὶ σιωπηλούς, καθ' αὑτοὺς βλέποντας ἐν ταῖς ὁδοῖς. ἐξῆγε δ' αὐτοὺς καὶ ἐπὶ κυνηγέσια. οἱ δὲ καὶ αὐτοῦ Διογένους ἐπιμέλειαν ἐποιοῦντο καὶ πρὸς τοὺς γονέας αἰτητικῶς εἶχον. [35] [= ARSEN. p. 199, 14-200, 5]
DIOG. LAERT. VI 36:
τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί [scil. Diogenes], "ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις." τοῦ δ' εἰπόντος [EURIP. Med. 410],
ἄνω ποταμῶν χωροῦσι παγαί,
"εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν," <ἔφη> "αὐτῷ ἐπείθου, ἀλλ' εἶπες [40] ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί;" [= ARSEN. p. 204, 26-205, 2].