Transcription of V-C,3

V C 3

V C 3 PLUTARCH. de Alex. M. fort. aut virt. I 10 p. 331 E:
Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν, ὑπὸ πλειόνων ἱστόρηται.
PLUTARCH. vit. Alex. 65, 1-2 p. 701 C-D:
πρὸς δὲ τοὺς ἐν δόξῃ μάλιστα [scil. τῶν Γυμνοσοφιστῶν] καὶ καθ' αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτόν. ὁ δ' Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων. καί φησι [134 F 17 F.Gr.Hist. II 729] τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καὶ τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων˙ ἄλλως δ' οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδ' εἰ παρὰ τοῦ Διὸς ἀφῖκται. τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καὶ διακούσαντα περὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Διογένους εἰπεῖν, ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, [13] λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι.
STRAB. XV 1, 65:
ταῦτ' εἰπόντα ἐξερέσθαι [scil. Mandanin], εἰ καὶ ἐν τοῖς Ἕλλησι λόγοι τοιοῦτοι λέγοιντο˙ εἰπόντος [scil. Onesicriti] δ', ὅτι καὶ Πυθαγόρας τοιαῦτα λέγοι, κελεύοι τε ἐμψύχων ἀπέχεσθαι, καὶ Σωκράτης καὶ Διογένης, οὗ καὶ αὐτὸς ἀκροάσαιτο, ἀποκρίνασθαι, ὅτι τἆλλα μὲν νομίζοι φρονίμως αὐτοῖς δοκεῖν, ἓν δ' ἁμαρτάνειν, νόμον πρὸ τῆς φύσεως τιθεμένους.