Transcription of V-H,122

V H 122

V H 122 Epist. 35 ( Ἀπέρει εὖ πράττειν):
τὸ μὲν σύντομον καὶ ἁρμοστὸν πρὸς πᾶσαν περίστασιν, ὦ τιμιώτατε ἄνερ, ὁ τῶν ἀρχαίων χρησμὸς ἔφησε τὰ ἀναγκαῖα μὴ φεύγειν˙ τὸν γὰρ φεύγοντα τὰ ἄφυκτα ἀνάγκη δυστυχεῖν, καὶ τὸν ὀρεγόμενον τῶν ἀδυνάτων ἀνάγκη αὐτῶν ἀτυχεῖν. ἴσως μὲν οὖν δόξω σοι ἀκαιρότερος εἶναι καὶ σχολαστικώτερος. καὶ τοῦτο μὲν οὐκ ἀπολογοῦμαι˙ ὅμως δέ, εἰ δοκεῖ, ἐμοῦ μὲν καταγίνωσκε, πρόσεχε δὲ τοῖς ἀρχαίοις. ἐγὼ γὰρ ἀπ' ἐμαυτοῦ τεκμαίρομαι, ὅτι τότε θλιβόμεθα ἄνθρωποι, ὅταν ἀπερίστατον βίον ζῆν ἐθέλωμεν. (2) τοῦτο δέ ἐστι τῶν ἀμηχάνων˙ ἀνάγκη μὲν γὰρ ζῆν μετὰ σώματος, ἀνάγκη δὲ καὶ μετ' ἀνθρώπων, αἱ δὲ πλεῖται περιστάσεις γίνονται ἔκ τε τῆς ἀνοίας τῶν συμβιούντων καὶ πάλιν ἐκ τοῦ σώματος. ἐὰν μὲν οὖν ἐπιστήμων τις ἐν τούτοις ἀναστρέφηται, οὗτός ἐστιν ἄλυπος καὶ ἀτάραχος, ὁ μακάριος ἀνήρ˙ ἐὰν ἀγνοῇ, οὐ μήποτε παύσηται αἰωρούμενος κεναῖς ἐλπίσι καὶ ἐπιθυμίαις συνεχόμενος. σὺ οὖν, εἰ μὲν ἀρέσκῃ τῷ τῶν πολλῶν βίῳ, ἐκείνοις συμβούλοις χρῶ, καὶ γάρ εἰσι τετριμμένοι μᾶλλον ἐν τούτοις˙ εἰ δέ σε ὁ Σωκράτους καὶ Διογένους ἀρέσκει βίος, τὰ τῶν τραγῳδῶν ἄλλοις παρεὶς σαυτὸν ἐπάνηκε ἐπὶ τὸν ἐκείνων ζῆλον.