Transcription of V-H,8

V H 8

V H 8 GREGOR. NAZIANZ. orat. IV 72 [ = contr. Iulian. I]:
μέγας ὑμῖν ὁ Κράτης˙ καὶ γὰρ ὄντως φιλόσοφον τὸ μηλόβοτον ἀφεθῆναι τὴν οὐσίαν, καὶ τοῖς παρ' ἡμῖν φιλοσόφοις ὅμοιον.
GREGOR. NAZIANZ. orat. XLIII 60 [in laud. Basil. Magn.]:
οὕτω δὲ διανοηθεὶς καὶ οὕτως ἔχων, βωμοῦ μὲν οὐκ ἐδεήθη, καὶ τῆς κενῆς δόξης, οὐδὲ δημοσίου κηρύγματος τοῦ, "Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ."
[8]GREGOR. NAZIANZ. carm. I 2, 10 vv. 228-243:
Κράτης δ' ὁμοίως χρημάτων ὑπερτιθεὶς
αὑτὸν μεθείς τε μηλόβοτον τὴν οὐσίαν
ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων,
ἀρθεὶς ὑπὲρ βωμοῦ, μεγάλῳ κηρύγματι
ἀνεῖπεν αὑτὸν, ὡς ἐν Ὀλυμπίᾳ μέσῃ
τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος˙
"ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης"
δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων
φασὶν τὸν αὐτὸν (ὥς τινες δ', ἄλλον τινὰ
τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος),
πλέοντα, τοῦ κλύδωνος ἀγριουμένου,
ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης,
ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα,
τοῦτον δ' ἐπειπεῖν ἄξιον μνήμης λόγον˙
"εὖγ' ὦ Τύχη, μοὶ τῶν καλῶν διδάσκαλε,
[23] ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι".
cf. SCHOL. MONAC. ad hunc loc. (MIGNE P.G. XXXVI 907).
COSMAS ad hunc loc. (MIGNE P.G. XXXVIII 558):
τὸν αὐτὸν Κράτητά φασιν, ὡς [26] δέ τινες Ἀντισθένην, ἄλλοι δὲ Ζήνωνα (κυνικοὶ δὲ φιλόσοφοι καὶ οὗτοι) ὅμως τούτων εἶς πλέων καὶ χειμῶνος συμβάντος καὶ ναυαγίου γενομένου εὐχαρίστως φέρων τὴν ἐσομένην αὐτῷ πενίαν πρὸς τὴν τύχην ἐφθέγξατο˙ "εὗγε, ὧ Τύχη˙ χάριν σοι ὁμολογῶ, ὅτι τὴν ἐμὴν οὐσίαν ἄχρι τοῦ τριβωνίου περιέστησας", ὥς τινων τῶν ἐκ τῆς οὐσίας αὐτοῦ ἐμπεφορτισμένων τῇ νηί.
ISIDOR. PELUSIOT. epist. II 146:
εἰ δὲ καὶ τετάρτου [scil. δεήσει μάρτυρος] ψηφιεῖται καὶ Κράτης, ὁ Πᾶσαν τὴν ἰδίαν οὐσίαν τῷ βουλευτηρίῳ τῆς αὐτοῦ πόλεως παραχωρήσας, καὶ φήσας, "Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ."