Transcription of V-H,9

V H 9

V H 9 ORIGEN. comm. in Matth. XV 15:
Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθερίαν καὶ παράδειγμα εὐτελοῦς βίου, καὶ, ὡς ᾤετο, μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς Ἕλλησι, μηδενὸς χρῄζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι "σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ."
ORIGEN. contr. Cels. II 41:
ὅσος δὲ καὶ ἄλλος χορὸς πενήτων ἐστὶ παρ' Ἕλλησι φιλοσοφησάντων καὶ ἑκούσιον πενίαν ἀναδεξαμένων, καὶ οἱ πολλοὶ Ἑλλήνων ἴσασιν ἐκ τῶν ἀναγραφέντων περὶ μὲν Δημοκρίτου μηλόβοτον ἐάσαντος τὴν οὐσίαν, περὶ δὲ Κράτητος ἑαυτὸν ἐλευθερώσαντος, διὰ τοῦ τοῖς Θηβαίοις χαρίσασθαι τὸ ὑπὲρ πάσης τῆς κτήσεως πραθείσης δοθὲν αὐτῷ ἀργύριον.
CLEM. ALEX. quis dives salvetur 11, 3-4:
οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς [. . . . .] οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναζαγόραι καὶ Δημόκριτοι καὶ Κράτητες.