Transcription of V-I,2

V I 2

V I 2 SUID. s.v. Ἱππαρχία:
Ἱππαρχία, ἀδελφὴ Μητροκλέους τοῦ Κυνικοῦ, Μαρωνεῖτις, φιλόσοφος Κυνική, γυνὴ Κράτητος τοῦ Κυνικοῦ, ὃς ἦν Ἀθηναῖος, Βρύσωνος μαθητὴς τοῦ Ἀχαιοῦ ἢ ὥς τινες Διογένους. ἔγραψε φιλοσόφους ὑποθέσεις καί τινα ἐπιχειρήματα καὶ προτάσεις πρὸς Θεόδωρον τὸν ἐπικληθέντα Ἄθεον [= HESYCH. MILES. onomat. CCCXCVI p. 106, 19-107, 2]. ἤκμαζεν ἐπὶ τῆς ρια´ Ὀλυμπιάδος.
SUID. s.v. Ἤρα:
Ἤρα˙ ἐπεθύμει. Ἱππαρχία ἤρα τῶν λόγων Κράτητος, οὐδενὸς ἄλλου ἐπιστρεφομένη πράγματος. ἥτις ἐς συμπόσιον ἐλθοῦσα σὺν Κράτητι Θεόδωρον τὸν ἄθεον ἤλεγξεν σόφισμα προτείνασα τοιοῦτο˙ ὃ ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδ' Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτο ἄν˙ Θεόδωρος τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδ' Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. ὁ δὲ πρὸς τὸ λεχθὲν οὐκ ἀπήντησεν, ἀνεσύρατο δ' αὐτῆς τὸ ῥημάτιον.