Transcription of VI-A,29

VI A 29

VI A 29 AEL. ARISTID. de quatt. 351 [= orat. XLVI, II p. 295 D.]:
καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγ' οὐδέποτ' ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθ' οὕτω φιλονεικήσαιμι, ἀλλ' ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη˙ φημὶ δέ, ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατ' αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδ' ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει. ibid. 577 [= orat. XLV, II p. 369 D. post VI A 51]: οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος τοῦτό γε ἄμεινόν πως διεχείσισεν.